OCR GCSE Greek 2025-26: Prose A – Tales from Herodotus


XIa: First Capture of Babylon

ὁ Κῦρος ἤλαυνεν ἐπὶ τὴν Βαβυλῶνα. οἱ δὲ Βαβυλώνιοι
ἐκστρατευσάμενοι ἔμενον αὐτόν. ἐπεὶ δὲ ἐγένετο ἐλαύνων
ἀγχοῦ τῆς πόλεως , συνέβαλόν τε οἱ Βαβυλώνιοι καὶ ἡττηθέντες τῇ
μάχῃ κατειλήθησαν ἐς τὸ ἄστυ, ᾗ εἶχον σιτία ἐτῶν κάρτα πολλῶν.
ἐνταῦθα οὗτοι μὲν λόγον εἶχον τῆς πολιορκίας οὐδένα, Κῦρος δὲ5

ἀπορίαις ἐνείχετο. τέλος δὲ ἐποίει δὴ τοιόνδε .

τάξας τὴν στρατιὰν ᾗ ὁ ποταμὸς εἰς τὴν πόλιν εἰσβάλλει,
καὶ αὖθις ὄπισθε τῆς πόλεως τάξας ἑτέρους, ᾗ ἐξίησιν ἐκ
τῆς πόλεως ὁ ποταμός, προεῖπε τῷ στρατῷ, ὅταν διαβατὸν10
τὸ ῥεῖθρον ἴδωσι γενόμενον, εἰσιέναι ταύτῃ εἰς τὴν πόλιν.
οὕτω τε δὴ τάξας καὶ παραινέσας ἀπήλαυνεν αὐτὸς σὺν
τῷ ἀχρείῳ τοῦ στρατοῦ, ἀφικόμενος δὲ ἐπὶ τὴν λίμνην,
οὖσαν ἕλος, τὸν ποταμὸν διώρυχι εισαγαγών, τὸ ἀρχαῖον
ῥεῖθρον διαβατὸν εἶναι ἐποίησεν, ὑπονοστήσαντος τοῦ15
ποταμοῦ. γενομένου δὲ τούτου τοιούτου, οἱ Πέρσαι οἵπερ
τεταγμένοι ἦσαν ἐπ᾿ αὐτῷ τούτῳ, ὑπονενοστηκότος τοῦ
Εὐφράτου ποταμοῦ ἀνδρὶ ὡς εἰς μέσον μηρόν μάλιστα,
κατὰ τὸ ῥεῖθρον εἰσῇσαν εἰς τὴν Βαβυλῶνα.

Εἰ μέν νυν προεπύθοντο ἢ ἔμαθον οἱ Βαβυλώνιοι τὸ20
ἐκ τοῦ Κύρου ποιούμενον, περιιδόντες τους Πέρσας
εἰσελθεῖν εἰς τὴν πόλιν διέφθειραν ἂν κάκιστα
κλείσαντες γὰρ πάσας τὰς πυλίδας τὰς εἰς τὸν ποταμὸν
ἀγούσας, καὶ αὐτοὶ ἐπὶ τὰς αἱμασιὰς ἀναβάντες τὰς παρὰ
τὰ τοῦ ποταμοῦ χείλη ἐληλαμένας, ἔλαβον ἂν αὐτοὺς ὡς25
ἐν κύρτῃ. νῦν δὲ ἐξ ἀπροσδοκήτου αὐτοῖς παρέστησαν οἱ
Πέρσαι. ὑπὸ δὲ μεγέθους τῆς πόλεως, τῶν περὶ τὰ
ἔσχατα τῆς πόλεως ἑαλωκότων, οἱ τὸ μέσον οἰκοῦντες τῆς
Βαβυλῶνος οὐκ ἐμάνθανον ταῦτα, ἀλλά ἔτυχε γὰρ οὖσα
ἑορτή) ἐχόρευόν τε τοῦτον τὸν χρόνον καὶ ἐν εὐπαθείαις30
ἦσαν, εἰς ὃ δὴ καὶ τὸ ἀληθὲς ἐπύθοντο.

XII: A Rebuff to Darius

Νίτωκρις ἡ τῆς Βαβυλῶνος βασίλεια ἀπάτην τοιάνδε
τινὰ ἐμηχανήσατο. ὑπὲρ τῶν μάλιστα λεωφόρων πυλῶν τοῦ
ἄστεως τάφον ἑαυτῇ κατεσκευάσατο μετέωρον, ἐπιπολῆς
αὐτῶν τῶν πυλῶν· ἐνεκόλαψε δὲ εἰς τὸν τάφον γράμματα
λέγοντα τάδε·5

“Ην τις τῶν ἐμοῦ ὕστερον γιγνομένων Βαβυλῶνος
βασιλέων σπανίσῃ χρημάτων, ἀνοίξας τὸν τάφον λαβέτω
ὁπόσα βούλεται χρήματα· μὴ μέντοι γε, μὴ σπανίσας γε,
ἄλλως ἀνοίξῃ· οὐ γὰρ ἄμεινον.”

Οὗτος ὁ τάφος ἦν ἀκίνητος μέχρι οὗ εἰς Δαρεῖον10
περιῆλθεν ἡ βασιλεία. Δαρείῳ δὲ καὶ δεινὸν ἐδόκει εἶναι
ταῖς πύλαις ταύταις μηδὲν χρῆσθαι καί, χρημάτων κει
μένων καὶ αὐτῶν τῶν χρημάτων ἐπικαλουμένων, μὴ οὐ
λαβεῖν αὐτά. (ταῖς δὲ πύλαις ταύταις οὐδὲν ἐχρῆτο
τοῦδε ἕνεκα, ὅτι ὑπὲρ κεφαλῆς αὐτῷ ἐγίγνετο ἂν ὁ νεκρὸς15
διεξελαύνοντι.) ἀνοίξας δὲ τὸν τάφον ηὗρε χρήματα μὲν
οὔ, τὸν δὲ νεκρόν, καὶ γράμματα λέγοντα τάδε, “ Εἰ μὴ
ἄπληστός τε ἦσθα χρημάτων καὶ αἰσχροκερδής, οὐκ ἂν
νεκρῶν θήκας ἀνέωγες.”

XIII: The Babylonian Wife Market

Κατὰ κώμας ἑκάστας ἅπαξ τοῦ ἔτους ἐποιεῖτο τάδε.
ὡς αἱ παρθένοι γίγνοιντο γάμων ὡραῖαι, ταύτας όπως
συναγάγοιεν πάσας εἰς ἓν χωρίον εἰσῆγον ἀθρόας· πέριξ δὲ
αὐτὰς ἵστατο όμιλος ἀνδρῶν, κῆρυξ δὲ ἀνιστὰς κατὰ μίαν
ἑκάστην ἐπώλει πρῶτον μὲν τὴν εὐειδεστάτην ἐκ πασῶν·5
ἔπειτα δέ, ὅπως αὕτη εὑροῦσα πολὺ χρυσίον πραθείη,
ἄλλην ἀνεκήρυττεν ἢ μετ᾽ ἐκείνην ἦν εὐειδεστάτη· ἐπω
λοῦντο δὲ ἐπὶ συνοικήσει. ὅσοι μὲν δὴ εὐδαίμονες τῶν
Βαβυλωνίων ἦσαν ἐπίγαμοι, οὗτοι ὑπερβάλλοντες ἀλλή
λους ἐξωνοῦντο τὰς καλλιστευούσας· ὅσοι δὲ τοῦ δήμου10
ἐπίγαμοι ἦσαν, εἴδους χρηστοῦ οὐ δεόμενοι, χρήματά τε
καὶ αἰσχίονας παρθένους ἐλάμβανον. ὡς γὰρ δὴ διεξέλθοι
ὁ κῆρυξ πωλῶν τὰς εὐειδεστάτας τῶν παρθένων, ἀνίστη
ἂν τὴν ἀμορφεστάτην ἢ ἔμπηρόν τινα, καὶ ἀνεκήρυττεν·
ὅστις δὲ ἐθέλοι ἐλάχιστον χρυσίον λαβὼν συνοικεῖν αὐτῇ,15
τούτῳ προσέκειτο ἡ παρθένος. καὶ οὕτως αἱ εὔμορφοι
τὰς ἀμόρφους καὶ ἐμπήρους ἐξεδίδοσαν.

Εκδοῦναι δὲ τὴν ἑαυτοῦ θυγατέρα ᾧτινι βούλοιτο
ἕκαστος οὐκ ἐξῆν.

XIVb: Megacles’ marriage

Κλεισθένει τῷ Σικυωνίῳ τυράννῳ γίγνεται θυγάτηρ, ᾗ
ὄνομα ἦν ᾿Αγαρίστη. ταύτην ἠθέλησεν, Ελλήνων ἁπάν
των ἐξευρὼν τὸν ἄριστον, τούτῳ γυναῖκα προσθεῖναι.
Ολυμπίων οὖν ὄντων ὁ Κλεισθένης, νικῶν ἐν αὐτοῖς
τεθρίππῳ, κήρυγμα τοῦτο ἐποιήσατο, “Οστις Ελλήνων5
ἑαυτὸν ἀξιοῖ Κλεισθένους γαμβρός γενέσθαι, ἡκέτω εἰς
Σικυώνα, ὡς κυρώσοντος Κλεισθένους τον γάμον ἐν
ἐνιαυτῷ.”

Ενταῦθα ὅσοι τῶν Ἑλλήνων ἦσαν ἑαυτοῖς τε καὶ
πάτρᾳ ἐξωγκωμένοι ἐφοίτων μνηστήρες· ἐκ δὲ ᾿Αθηνῶν10
ἀφίκοντο Μεγακλῆς τε ὁ ᾿Αλκμαίωνος, τοῦ παρὰ Κροῖσον
ἀφικομένου, καὶ Ιπποκλείδης Τισάνδρου πλούτῳ καὶ
εἴδει τῶν ἄλλων Αθηναίων προφέρων. ἀφικομένων δὲ
τούτων ὁ Κλεισθένης πρῶτον μὲν τὰς πατρας τε αὐτῶν
ἀνεπύθετο καὶ γένος ἑκάστου· μετὰ δὲ κατέχων ἐνιαυτὸν15
διεπειράτο αὐτῶν τῆς τε ἀνδραγαθίας καὶ τῆς ὀργῆς καὶ
παιδεύσεώς τε καὶ τρόπου· καὶ ἅμα ἐξένιζεν αὐτοὺς
μεγαλοπρεπώς.

Καὶ δή που μάλιστα τῶν μνηστήρων ἠρέσκοντο οἱ
ἀπ’ ᾿Αθηνῶν ἀφιγμένοι· καὶ τούτων μᾶλλον Ιπποκλείδης20
ὁ Τισάνδρου. ὡς δὲ ἡ κυρία ἡμέρα ἐγίγνετο τῆς κατα
κλίσεως τοῦ γάμου, θύσας βοῦς ἑκατὸν ὁ Κλεισθένης
εὐώχει αὐτούς τε τοὺς μνηστῆρας καὶ Σικυωνίους πάντας.
ὡς δὲ ἐδείπνησαν, οἱ μνηστήρες ἔριν εἶχον ἀμφὶ μουσικῇ
προϊούσης δὲ τῆς πόσεως ὁ Ἱπποκλείδης, πολὺ κατέχων25
τοὺς ἄλλους, ἐκέλευσε τὸν αὐλητὴν αὐλῆσαι αὐτῷ ἐμμέ
λειαν, πειθομένου δὲ τοῦ αὐλητοῦ ὠρχήσατο.

Καί πως ἑαυτῷ μὲν ἀρεστῶς ἀρχεῖτο· ὁ δὲ Κλεισθένης
ὁρῶν ὅλον τὸ πρᾶγμα υπώπτευε. μετὰ δὲ ὁ Ἱπποκλείδης
ἐκέλευσέ τινα τράπεζαν εἰσενεγκεῖν, εἰσελθούσης δὲ τῆς30
τραπέζης πρῶτον μὲν ἐπ’ αὐτῆς ὠρχήσατο Λακωνικὰ καὶ
Αττικὰ σχημάτια, ἔπειτα δὲ τὴν κεφαλὴν ἐρείσας ἐπὶ
τὴν τράπεζαν τοῖς σκέλεσιν ἐχειρονόμησε. Κλεισθένης
δέ, τὸ μὲν πρῶτον ὀρχουμένου αὐτοῦ, ἀποστυγῶν γαμβρὸν
ἂν γενέσθαι ἑαυτῷ Ἱπποκλείδη διά τήν τε όρχησιν καὶ35
τὴν ἀναίδειαν, κατεῖχεν ἑαυτόν, οὐ βουλόμενος ἐκραγῆναι
εἰς αὐτόν· ὡς δὲ εἶδε τοῖς σκέλεσι χειρονομήσαντα, οὐκέτι
κατέχειν δυνάμενος εἶπεν, “ Ω παί Τισάνδρου, ἀπωρχήσω
γε μὴν τὸν γάμον.” ὁ δὲ Ἱπποκλείδης ὑπολαβὼν εἶπεν,
“Οὐ φροντὶς Ιπποκλείδῃ.”

40

῾Ο δὲ Κλεισθένης σιγὴν ποιησάμενος ἔλεξεν εἰς μέσον
τάδε, “Ανδρες παιδὸς τῆς ἐμῆς μνηστήρες, ἐγὼ καὶ
πάντας ὑμᾶς ἐπαινῶ, καὶ πᾶσιν ὑμῖν, εἰ οἷόν τε εἴη,
χαριζοίμην ἄν, μήτε ἕνα ὑμῶν ἐξαίρετον ἀποκρίνων, μήτε
τοὺς λοιποὺς ἀποδοκιμάζων. ἀλλ᾽, οὐ γὰρ οἷός τ᾽ εἰμὶ45
μιᾶς περὶ παρθένου βουλεύων πᾶσι κατὰ νοῦν ποιεῖν,
τοῖς μὲν ὑμῶν ἀπελαυνομένοις τοῦδε τοῦ γάμου τάλαντον
ἀργυρίου ἑκάστῳ δωρεάν δίδωμι, τῷ δὲ Μεγακλεῖ τῷ
Αλκμαίωνος ἐγγυῶ παῖδα τὴν ἐμὴν ᾿Αγαρίστην.”