Cover

370-380
370-380
αἶψα δ’ ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας, 370
οὐδ’ εὗρ’ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,
ἀλλ’ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ
πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.
Ἕκτωρ δ’ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν
ἔστη ἐπ’ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν· 375
‘εἰ δ’ ἄγε μοι, δμῳαί, νημερτέα μυθήσασθε·
πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;
ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων
ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθα περ ἄλλαι
Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;’ 380
370-380
Then he came swiftly to his well-founded house,
and he did not find white-armed Andromache in the halls,
But she, in fact, with her child and beautifully-robed servant
Was standing on the tower, both weeping and shedding tears.
But Hector, when he did not find his excellent wife indoors,
went and stood on the threshold and spoke with the slave-women:
“Come now, slave-women, tell me the truth,
To where has white armed Andromache gone from the hall?
Perhaps she has gone out somewhere to one of her husband’s sisters or the beautifully-robed wives of her husband’s brothers?
Or has she gone out to the temple of Athena where the other
lovely-haired Trojan women are appeasing the terrible goddess?”
381-398
381-398
τὸν δ’ αὖτ’ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·
‘ Ἕκτορ, ἐπεὶ μάλ’ ἄνωγας ἀληθέα μυθήσασθαι,
οὔτέ πῃ ἐς γαλόων οὔτ’ εἰνατέρων ἐϋπέπλων
οὔτ’ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι
Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται, 385
ἀλλ’ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκ’ ἄκουσε
τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.
ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει
μαινομένῃ ἐϊκυῖα· φέρει δ’ ἅμα παῖδα τιθήνη.’
ἦ ῥα γυνὴ ταμίη, ὃ δ ’ ἀπέσσυτο δώματος Ἕκτωρ 390
τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατ’ ἀγυιάς.
εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ
Σκαιάς, τῇ ἄρ ’ ἔμελλε διεξίμεναι πεδίονδε,
ἔνθ’ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα
Ἀνδρομάχη, θυγάτηρ μεγαλήτορος Ἠετίωνος, 395
Ἠετίων, ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,
Θήβῃ Ὑποπλακίῃ, Κιλίκεσσ’ ἄνδρεσσιν ἀνάσσων·
τοῦ περ δὴ θυγάτηρ ἔχεθ’ Ἕκτορι χαλκοκορυστῇ.
381-398
Then the busy housekeeper addressed him in reply: ‘Hector, since you have ordered me firmly to tell the truth, she has not gone to any of the houses of her husband’s sisters or the beautifully-robed wives of her husband’s brothers, nor to the temple of Athena, where the other lovely-haired Trojan women are appeasing the terrible goddess, but she has gone to the great tower of Ilium, because she heard that the Trojans were being pressed hard, and that the might of the Achaeans was great. Indeed, hastening to the wall, she has arrived there like a mad woman; and a nurse is carrying her child with her.’ So spoke the lady housekeeper, and Hector sped away from the house back again along the same route down the well-built streets. When going through the great city he came to the Scaean Gates, by which he intended in fact to go out through to the plain, there his richly-dowered wife came running to meet him, Andromache, the daughter of great-hearted Eetion, Eetion who dwelt under wooded Placus in Thebe-under-Placus, ruling over the Cilician people; It was his daughter who was married to bronze-helmeted Hector.
399-413
399-413
ἥ οἱ ἔπειτ’ ἤντησ’, ἅμα δ’ ἀμφίπολος κίεν αὐτῇ
παῖδ’ ἐπὶ κόλπῳ ἔχουσ’ ἀταλάφρονα, νήπιον αὔτως, 400
Ἑκτορίδην ἀγαπητόν, ἀλίγκιον ἀστέρι καλῷ,
τόν ῥ’ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι
Ἀστυάνακτ’· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.
ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·
Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα, 405
ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε·
‘δαιμόνιε, φθίσει σε τὸ σὸν μένος, οὐδ’ ἐλεαίρεις
παῖδά τε νηπίαχον καὶ ἔμ’ ἄμμορον, ἣ τάχα χήρη
σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ
πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη 410
σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτ’ ἄλλη
ἔσται θαλπωρή, ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς,
ἀλλ’ ἄχε’· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.
399-413
She met him then, and together with her
came a servant holding the innocent child to her bosom, just a baby,
the beloved son of Hector, like a beautiful star,
whom indeed Hector used to call Scamandrios, but the others
Astyanax; for Hector alone was defending Ilium.
Indeed, looking at his son in silence, he smiled;
But Andromache stood beside him, nearby, shedding a tear,
and she clung then to his hand and spoke out and addressed him,
“Noble sir, your own strength will destroy you and you do not pity
Either your infant son or me, ill-fated, who will soon be bereaved of you;
for soon the Achaeans will kill you,
Having all attacked you; but for me it would be better
to go down into the earth when I have lost you; for no longer
will there be any other comfort, when you indeed meet your fate,
but sorrows. For I have no father or lady mother.
429-443
429-443
Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ
ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης· 430
ἀλλ’ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμν’ ἐπὶ πύργῳ,
μὴ παῖδ’ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·
λαὸν δὲ στῆσον παρ’ ἐρινεόν, ἔνθα μάλιστα
ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.
τρὶς γὰρ τῇ γ’ ἐλθόντες ἐπειρήσανθ’ οἱ ἄριστοι 435
ἀμφ’ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα
ἠδ’ ἀμφ’ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·
ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,
ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.’
τὴν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· 440
‘ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει, γύναι· ἀλλὰ μάλ’ αἰνῶς
αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,
αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·
370-380
444-458
444-458
οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς
αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι, 445
ἀρνύμενος πατρός τε μέγα κλέος ἠδ’ ἐμὸν αὐτοῦ.
εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
ἔσσεται ἦμαρ, ὅτ’ ἄν ποτ’ ὀλώλῃ Ἴλιος ἱρὴ
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.
ἀλλ’ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, 450
οὔτ’ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος
οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ
ἐν κονίῃσι πέσοιεν ὑπ’ ἀνδράσι δυσμενέεσσιν,
ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων
δακρυόεσσαν ἄγηται, ἐλεύθερον ἦμαρ ἀπούρας· 455
καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,
καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης
πόλλ’ ἀεκαζομένη, κρατερὴ δ’ ἐπικείσετ’ ἀνάγκη·
370-380
459-473
459-473
καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·
‘Ἕκτορος ἧδε γυνή, ὃς ἀριστεύεσκε μάχεσθαι 460
Τρώων ἱπποδάμων, ὅτε Ἴλιον ἀμφιμάχοντο.’
ὥς ποτέ τις ἐρέει· σοὶ δ’ αὖ νέον ἔσσεται ἄλγος
χήτεϊ τοιοῦδ’ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.
ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι
πρίν γέ τι σῆς τε βοῆς σοῦ θ’ ἑλκηθμοῖο πυθέσθαι.’ 465
ὥς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·
ἂψ δ’ ὁ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης
ἐκλίνθη ἰάχων, πατρὸς φίλου ὄψιν ἀτυχθείς,
ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,
δεινὸν ἀπ’ ἀκροτάτης κόρυθος νεύοντα νοήσας. 470
ἐκ δ’ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·
αὐτίκ’ ἀπὸ κρατὸς κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ,
καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·
370-380
474-489
474-489
αὐτὰρ ὅ γ’ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσίν,
εἶπε δ’ ἐπευξάμενος Διί τ’ ἄλλοισίν τε θεοῖσι· 475
‘Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι
παῖδ’ ἐμόν, ὡς καὶ ἐγώ περ, ἀριπρεπέα Τρώεσσιν,
ὧδε βίην τ’ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·
καὶ ποτέ τις εἴποι ‘ πατρός γ’ ὅδε πολλὸν ἀμείνων ’
ἐκ πολέμου ἀνιόντα· φέροι δ’ ἔναρα βροτόεντα 480
κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.’
ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
παῖδ’ ἑόν· ἣ δ’ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
δακρυόεν γελάσασα· πόσις δ’ ἐλέησε νοήσας,
χειρί τέ μιν κατέρεξεν, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε· 485
‘δαιμονίη, μή μοί τι λίην ἀκαχίζεο θυμῷ·
οὐ γάρ τίς μ’ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·
μοῖραν δ’ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
370-380
490-502
490-502
ἀλλ’ εἰς οἶκον ἰοῦσα τὰ σ’ αὐτῆς ἔργα κόμιζε, 490
ἱστόν τ’ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
ἔργον ἐποίχεσθαι· πόλεμος δ’ ἄνδρεσσι μελήσει
πᾶσι, μάλιστα δ’ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.’
ὣς ἄρα φωνήσας κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ
ἵππουριν· ἄλοχος δὲ φίλη οἶκόνδε βεβήκει 495
ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.
αἶψα δ’ ἔπειθ’ ἵκανε δόμους εὖ ναιετάοντας
Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δ’ ἔνδοθι πολλὰς
ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.
αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ· 500
οὐ γάρ μιν ἔτ’ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.
370-380