Herodotus VI: 111


Menu 105 106 107 108 109 110 111 112 113 114 115 116 117 120 121 123 124 125 126 128 129 130 131

Greek

ὡς δὲ ἐς ἐκεῖνον περιῆλθε, ἐνθαῦτα δὴ ἐτάσσοντο ὧδε οἱ Ἀθηναῖοι ὡς συμβαλέοντες: τοῦ μὲν δεξιοῦ κέρεος ἡγέετο ὁ πολέμαρχος Καλλίμαχος: ὁ γὰρ νόμος τότε εἶχε οὕτω τοῖσι Ἀθηναίοισι, τὸν πολέμαρχον ἔχειν κέρας τὸ δεξιόν: ἡγεομένου δὲ τούτου ἐξεδέκοντο ὡς ἀριθμέοντο αἱ φυλαὶ ἐχόμεναι ἀλληλέων, τελευταῖοι δὲ ἐτάσσοντο ἔχοντες τὸ εὐώνυμον κέρας Πλαταιέες. [2] ἀπὸ ταύτης γάρ σφι τῆς μάχης, Ἀθηναίων θυσίας ἀναγόντων ἐς τὰς πανηγύριας τὰς ἐν τῇσι πεντετηρίσι γινομένας, κατεύχεται ὁ κῆρυξ ὁ Ἀθηναῖος ἅμα τε Ἀθηναίοισι λέγων γίνεσθαι τὰ ἀγαθὰ καὶ Πλαταιεῦσι. [3] τότε δὲ τασσομένων τῶν Ἀθηναίων ἐν τῷ Μαραθῶνι ἐγίνετο τοιόνδε τι: τὸ στρατόπεδον ἐξισούμενον τῷ Μηδικῷ στρατοπέδῳ, τὸ μὲν αὐτοῦ μέσον ἐγίνετο ἐπὶ τάξιας ὀλίγας, καὶ ταύτῃ ἦν ἀσθενέστατον τὸ στρατόπεδον, τὸ δὲ κέρας ἑκάτερον ἔρρωτο πλήθεϊ.

Translation

When the presidency came round to him, the Athenians drew themselves up to do battle; the polemarch Callimachus commanded the right wing, since it was then the Athenian custom for the polemarch to hold the right wing. He led, and the other tribes were numbered out in succession next to each other. The Plataeans were marshalled last, holding the left wing. [2] Ever since that battle, when the Athenians are conducting sacrifices at the festivals every fourth year, the Athenian herald prays for good things for the Athenians and Plataeans together. [3] When the Athenians were marshalled at Marathon, it happened somewhat as follows: that their line of battle being as long as the line of the Medes, the centre, where the line was weakest, was only a few ranks deep, but each wing was reinforced in numbers.