Herodotus VI: 106


Menu 105 106 107 108 109 110 111 112 113 114 115 116 117 120 121 123 124 125 126 128 129 130 131

Greek

τότε δὲ πεμφθεὶς ὑπὸ τῶν στρατηγῶν ὁ Φειδιππίδης οὗτος, ὅτε πέρ οἱ ἔφη καὶ τὸν Πᾶνα φανῆναι, δευτεραῖος ἐκ τοῦ Ἀθηναίων ἄστεος ἦν ἐν Σπάρτῃ, ἀπικόμενος δὲ ἐπὶ τοὺς ἄρχοντας ἔλεγε [2] ‘ὦ Λακεδαιμόνιοι, Ἀθηναῖοι ὑμέων δέονται σφίσι βοηθῆσαι καὶ μὴ περιιδεῖν πόλιν ἀρχαιοτάτην ἐν τοῖσι Ἕλλησι δουλοσύνῃ περιπεσοῦσαν πρὸς ἀνδρῶν βαρβάρων: καὶ γὰρ νῦν Ἐρέτριά τε ἠνδραπόδισται καὶ πόλι λογίμῳ ἡ Ἑλλὰς γέγονε ἀσθενεστέρη.’ [3] ὃ μὲν δή σφι τὰ ἐντεταλμένα ἀπήγγελλε, τοῖσι δὲ ἕαδε μὲν βοηθέειν Ἀθηναίοισι, ἀδύνατα δέ σφι ἦν τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον: ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς εἰνάτη, εἰνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν μὴ οὐ πλήρεος ἐόντος τοῦ κύκλου.

Translation

This Pheidippides was then sent by the generals, but on the occasion that he said that Pan appeared to him, on the second day from Athens he was in Sparta. Coming in front of the officials he said: (2) ‘Spartans, the Athenians beg you to help them and not to overlook a city, most ancient among the Greeks, falling into slavery at the hands of barbarian men. For even now Eretria has been enslaved and Greece has become weaker by a famous city.’ (3) For his part, he told them what he had been instructed to; for their part, it pleased them to assist the Athenians, but it was impossible for them to act immediately as they were unwilling to break their law; for it was the ninth day of the waxing moon, and they said that they would not come on the ninth until the moon was full.

Interlinear

τότε δὲ πεμφθεὶς ὑπὸ τῶν στρατηγῶν ὁ Φειδιππίδης οὗτος, ὅτε πέρ οἱ ἔφη καὶ τὸν Πᾶνα φανῆναι, δευτεραῖος ἐκ τοῦ Ἀθηναίων ἄστεος ἦν ἐν Σπάρτῃ, ἀπικόμενος δὲ ἐπὶ τοὺς ἄρχοντας ἔλεγε:

This Pheidippides was then sent by the generals, but on the occasion that he said that Pan appeared to him, on the second day from Athens he was in Sparta. Coming in front of the officials he said:

[2] ‘ὦ Λακεδαιμόνιοι, Ἀθηναῖοι ὑμέων δέονται σφίσι βοηθῆσαι καὶ μὴ περιιδεῖν πόλιν ἀρχαιοτάτην ἐν τοῖσι Ἕλλησι δουλοσύνῃ περιπεσοῦσαν πρὸς ἀνδρῶν βαρβάρων: καὶ γὰρ νῦν Ἐρέτριά τε ἠνδραπόδισται καὶ πόλι λογίμῳ ἡ Ἑλλὰς γέγονε ἀσθενεστέρη.’

(2) ‘Spartans, the Athenians beg you to help them and not to overlook a city, most ancient among the Greeks, falling into slavery at the hands of barbarian men. For even now Eretria has been enslaved and Greece has become weaker by a famous city.’

[3] ὃ μὲν δή σφι τὰ ἐντεταλμένα ἀπήγγελλε, τοῖσι δὲ ἕαδε μὲν βοηθέειν Ἀθηναίοισι, ἀδύνατα δέ σφι ἦν τὸ παραυτίκα ποιέειν ταῦτα, οὐ βουλομένοισι λύειν τὸν νόμον: ἦν γὰρ ἱσταμένου τοῦ μηνὸς εἰνάτη, εἰνάτῃ δὲ οὐκ ἐξελεύσεσθαι ἔφασαν μὴ οὐ πλήρεος ἐόντος τοῦ κύκλου.

(3) For his part, he told them what he had been instructed to; for their part, it pleased them to assist the Athenians, but it was impossible for them to act immediately as they were unwilling to break their law; for it was the ninth day of the waxing moon, and they said that they would not come on the ninth until the moon was full.